Πέμπτη, 20 Ιουνίου 2024

Θα λυτρώσει τα πάντα: Η θαυματουργή προσευχή στον Άγιο Εφραίμ που πρέπει να λέτε κάθε βράδυ

Θεραπεύει ψυχή και σώμα

18 Απριλίου 2024 10:39
Θα λυτρώσει τα πάντα: Η θαυματουργή προσευχή στον Άγιο Εφραίμ που πρέπει να λέτε κάθε βράδυ
Από ATHENSMAGAZINE TEAM

Η προσευχή που ακολουθεί είναι μια δυνατή προσευχή από τον Άγιο Εφραίμ κατάλληλη για τις νυκτερινές ώρες και κυρίως πριν το ύπνο. Παράλληλα, διαβάστε εδώ την πιο ισχυρή προσευχή του Αγίου Όρους, όπως διδάσκουν παλαιοί γέροντες κι ο γέροντας Παΐσιος. Με την ευκαιρία, δείτε πως είναι σήμερα το τελευταίο μέρος που προσευχήθηκε ο Ιησούς Χριστός.

Περιληπτικά η ευχή είναι ευχαριστήρια προς τον Θεό και ζητά ικετευτικά το έλεος με την βοήθεια και τις ικεσίες της Παναγίας μητέρας. Zητά επίσης την συγχώρεση, απαριθμώντας διάφορα αμαρτήματα που τυχόν πράξαμε και παρακαλεί για ήρεμο και ήσυχο ύπνο χωρίς πειρασμούς.

Το κείμενο της προσευχής

«Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός ἡμῶν, ὁ τήν ἁγίαν Σου Μητέρα, τιμιωτέραν ἀναδείξας πασῶν τῶν ἐπουρανίων δυνάμεων, Αὐτός Πανάγαθε διά τῶν πρεσβειῶν Αὐτῆς καί πάντων Σου τῶν Ἁγίων, παρακλήθητι καί συγχώρησόν μοι τῷ ἁμαρτωλῷ καί ἀχρείῳ δούλῳ Σου, εἴ τι ἤμαρτον σήμερον ὡς ἄνθρωπος ἤ μᾶλλον εἰπεῖν οὐχ ὡς ἄνθρωπος, ἀλλ᾿ ὡς ἀπάνθρωπος, τά ἑκούσιά μου πταίσματα καί τά ἀκούσια, τά ἐν λόγῳ τά ἐν ἔργῳ τά ἐν γνώσει καί ἀγνοία, τά ἐκ συναρπαγῆς καί ἀπροσεξίας καί πολλῆς μου ραθυμίας καί ἀμελείας γεγενημένα.

Εἴτε τό ὄνομά Σου τό Ἅγιον ὥμοσα, εἴτε ἐπιώρκησα, ἤ ἐβλασφήμησα κατά διάνοιαν, ἤ ἔν τινι Σέ παρώργησα, ἤ ἔκλεψα ἤ ἐψευσάμην ἤ φίλος παρέβαλε πρός ἐμέ καί παρεῖδον αὐτόν, ἤ ἀδελφόν ἔθλιψα καί παρεπίκρανα, ἤ ἱσταμένου μου ἐν προσευχῇ καί ψαλμωδίᾳ ὁ νοῦς μου ὁ πονηρός εἰς τά πονηρά καί βιωτικά περιεπόλευσε, ἤ παρά τό πρέπον ἐτρύφησα, ἤ εὐτράπελα ἐλάλησα, ἤ ἀφρόνως ἐγέλασα ἤ ἐκενοδόξησα ἤ ὑπερηφανευσάμην ἤ κάλλος μάταιον ἐθεασάμην καί ὑπ᾿ αὐτοῦ ἠθέλχθην τόν νοῦν ἤ τά μή δέοντα ἐφλυάρησα, ἤ τό ἐλάττωμα τοῦ ἀδελφοῦ μου περιεργασάμην καί κατέκρινα αὐτόν καί τά ἐμαυτοῦ ἀναρίθμητα ἐλαττώματα παραβλεψάμην, εἴτε τῆς προσευχῆς μου ἠμέλησα, εἴτε τί άλλον πονηρόν ἐνόησα· ταῦτα πάντα καί ἄλλα ἅπερ ἔπραττα καί οὐ μέμνημαι, συγχώρησόν μου, ὡς ἀγαθός καί φιλάνθρωπος καί οἰκτίρμων Θεός, ἵνα ἐν εἰρήνῃ κοιμηθῶ καί ὑπνώσω ὁ ἄσωτος ἐγώ, δοξάζων Σέ σύν τῷ Ἀνάρχῳ Σου Πατρί καί τῷ Παναγίῳ καί Ἀγαθῷ καί Ζωοποιῷ Σου Πνεύματι νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.»

 

Ελλάδα

Ροή ειδήσεων

Share